سراج الكلمة
‹ الإصحاح ٤ · يوحنا كرافيذوبولس
تفسير رسالة بولس الرسول الي كولوسي - رسائل الاسر ٣ - د يوحنا كرافيذوبولس · الإصحاح ٤ · صفحة ١٨٣

تفسير الإصحاح ٤ من رسالة كولوسي — ص ١٨٣

القسم: تحيات وبركة الختام (٤: ١٠-١٨)

قراءة تفسير رسالة بولس الرسول الي كولوسي - رسائل الاسر ٣ - د يوحنا كرافيذوبولس - موقع سراج الكلمة


٢. ٦ تحيّات وبركة الختام (٤ : ١٠-١٨)

10 ᾿Ασπάζεται ὑμᾶς ᾿Αρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτὸν) 11 καὶ ᾿Ιησοῦς ὁ λεγόμενος ᾿Ιοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 ἀσπάζεται ὑμᾶς ᾿Επαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ [᾿Ιησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. 13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν ῾Ιεραπόλει. 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημάς.

15 ᾿Ασπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ᾿ οἶκον αὐτῆς ἐκκλησίαν. 16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγινωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε ᾿Αρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.

18 ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, μνημονεύετέ μου τῶν δεσμῶν, ἡ χάρις μεθ᾿ ὑμῶν.

١٠ يُسلِّم عليكم ارسترخُس المأسور معي ومرقس ابن اخت برنابا الذي اخذتم لاجله وصايا، ان اتى إليكم فاقبلوه. ١١ ويسوع المدعو يُسطس الذين هم من الختان. هؤلاء هم وحدهم العاملون معي لملكوت الله الذين صاروا لي تسليةً. ١٢ يُسلِّم عليكم إبفراس الذي هو منكم عبدٌ للمسيح مجاهد كلَّ حين لأجلكم بالصلوات لكي تثبتوا كاملين وممتلئين في كلِّ مشيئة الله. ١٣ فإني أشهد فيه أن له غيرة كثيرة لأجلكم ولأجل الذين في لاودكية والذين في هيرابوليس. ١٤ يُسلِّم عليكم لوقا الطبيب الحبيب وديماس.